TLG 1182 004 :: [ARISTEAS] :: Fragmenta epica [ARISTEAS] Epic. Fragmenta epica frr. 4–6, 11 Citation: Fragment — (line) | ||
4 | Ἰσσηδοὶ χαίτηισον ἀγαλλόμενοι ταναῆισι. | |
5 | καὶ φάσ〈αν〉 ἀνθρώπους εἶναι καθύπερθεν ὁμούρους πρὸς Βορέω, πολλούς τε καὶ ἐσθλοὺς κάρτα μαχητάς, ἀφνειοὺς ἵπποισι, πολύρρηνας, πολυβούτας. | 151 |
6 | ὀφθαλμὸν δ’ ἕν’ ἕκαστος ἔχει χαρίεντι μετώπωι, χαίτηισι〈ν〉 λάσιοι, πάντων στιβαρώτατοι ἀνδρῶν. | |
11 | θαῦμ’ ἡμῖν καὶ τοῦτο μέγα φρεσὶν ἡμετέρηισιν. ἄνδρες ὕδωρ ναίουσιν ἀπὸ χθονὸς ἐν πελάγεσσι· δύστηνοί τινές εἰσιν, ἔχουσι γὰρ ἔργα πονηρά· ὄματτ’ ἐν ἄστροισι, ψυχὴν δ’ ἐνὶ πόντωι ἔχουσιν. | |
5 | ἦ που πολλὰ θεοῖσι φίλας ἀνὰ χεῖρας ἔχοντες | |
---|---|---|
εὔχονται σπλάγχνοισι κακῶς ἀναβαλλομένοισι. | 152 |